Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς

Συκομορέας εἰς δένδρον ὡς ἀνῆλθες, ἐνθέῳ φρονήματι, ἰδεῖν τὸν Κύριον, σάρκα θνητὴν περικείμενον, δι’ εὐσπλαγχνίαν, τῆς μακαρίας φωνῆς ἀκήκοας, Ζακχαῖε κατάβηθι ὅτι τῷ οἴκῳ σου, φιλοξενήσεις με σήμερον, καὶ ἐκπληρώσης, τὴν τῆς καρδίας σου θείαν ἔφεσιν· ὅθεν ἐδέξω ὡς ἐπόθησας, παρ’ Αὐτοῦ τοῦ Σωτῆρος μακάριε, ἀγαθῶν πᾶσαν δόσιν, καὶ σοφίας τὴν λαμπρότητα.

Δόξα. Ἦχος α΄.

Τ τοῦ Σωτῆρος θέας ἀξιωθείς, τῆς σωτηρίας ἐδέξω τὸν λόγον, καὶ ἀπὸ τελώνου Ἀπόστολος ὤφθης, ἁλλοιωθεὶς τῷ Πνεύματι, Ζακχαῖε μακάριε. Καὶ ἀποστολικὴν ἀνύσας πορείαν, τῆς πλάνης ἐξέτεμες τὴν ἄκανθαν, τῷ θείῳ κηρύγματι. Καὶ νῦν τὰ ἄνω οἰκῶν Βασίλεια, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Το Ευαγγέλιο της Κυριακής,
Κατά Λουκάν Ευαγγέλιον (Κεφ.19, 1—10)

Tῷ καιρῷ ἐκείνῳ, ­διήρχετο ὁ ᾿Ιησοῦς τὴν ῾Ιεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλού­μενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτε­λώνης, καὶ οὗτος ἦν ­πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν ᾿Ιησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν ἔμπροσθεν ἀ­­­νέβη ἐπὶ συκομορέαν, ἵνα ἴ­­­­­δῃ αὐτόν, ὅτι ἐκείνης ­ἤμελλε διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τό­πον, ἀναβλέψας ὁ ᾿Ιησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· ­Ζα­κ­χαῖε, σπεύσας ­κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέ­γοντες ὅτι παρὰ ἁμαρτω­λῷ ἀν­δρὶ εἰσῆλθε καταλῦσαι. ­σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύ­­ριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑ­παρ­χόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκο­φάντησα, ἀποδίδωμι τετραπλοῦν. εἶπε δὲ πρὸς αὐτὸν ὁ ᾿­Ιησοῦς ὅτι σήμερον ­σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ­ἀπολωλός.